Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.77.2 | Hdt. 1.79.1 (English) | >>Hdt. 1.80.2 |
1.78.2 αὐτίκα δὲ ἔπεμπε θεοπρόπους ἐς τῶν ἐξηγητέων Τελμησσέων . ἀπικομένοισι δὲ τοῖσι θεοπρόποισι καὶ μαθοῦσι πρὸς Τελμησσέων τὸ θέλει σημαίνειν τὸ τέρας , οὐκ ἐξεγένετο Κροίσῳ ἀπαγγεῖλαι · πρὶν γὰρ ἢ ὀπίσω σφέας ἀναπλῶσαι ἐς τὰς Σάρδις ἥλω ὁ Κροῖσος .
1.78.3 Τελμησσέες μέντοι τάδε ἔγνωσαν , στρατὸν ἀλλόθροον προσδόκιμον εἶναι Κροίσῳ ἐπὶ τὴν χώρην , ἀπικόμενον δὲ τοῦτον καταστρέψεσθαι τοὺς ἐπιχωρίους , λέγοντες ὄφιν εἶναι γῆς παῖδα , ἵππον δὲ πολέμιόν τε καὶ ἐπήλυδα . Τελμησσέες μέν νυν ταῦτα ὑπεκρίναντο Κροίσῳ ἤδη ἡλωκότι , οὐδὲν κω εἰδότες τῶν ἦν περὶ Σάρδις τε καὶ αὐτὸν Κροῖσον .
ch. 79
1.79.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.77.2 | Hdt. 1.79.1 (English) | >>Hdt. 1.80.2 |